Ἑλλάς

Stephanos of Byzantium - Ethnika

Ἑλλάς OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἑλλάς, πόλις Θεσσαλίας. “πολλαὶ Ἀχαΐδες εἰσὶν ἀν´ Ἑλλάδα τε Φθίην τε”. ἐκτίσθη ὑπὸ Ἕλληνος, οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππης τῆς Ἴρου. ὁ δὲ Φθῖος ἦν Ἀχαιοῦ. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. τὸ ἐθνικὸν Ἕλλην ὁμοίως τῷ πρωτοτύπῳ, καὶ Ἑλληνίς τὸ θηλυκόν, καὶ Ἑλληνικός, καὶ Ἑλλαδικός ἀπὸ τῆς Ἑλλάδος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.58
char LCS 85 (33.5%) · word LCS 17 (32.1%)
Stephanos
Ἑλλάς, πόλις Θεσσαλίας. “πολλαὶ Ἀχαΐδες εἰσὶν ἀν´ Ἑλλάδα τε Φθίην τε”. ἐκτίσθη ὑπὸ Ἕλληνος, οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππης τῆς Ἴρου. ὁ δὲ Φθῖος ἦν Ἀχαιοῦ. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. τὸ ἐθνικὸν Ἕλλην ὁμοίως τῷ πρωτοτύπῳ, καὶ Ἑλληνίς τὸ θηλυκόν, καὶ Ἑλληνικός, καὶ Ἑλλαδικός ἀπὸ τῆς Ἑλλάδος.
Herodian
Ἀρκάδας τὴν πόλιν, ἀλλ´ Ἀρκαδίαν φησί. Ὀλκάς ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ. Νουβάς ἔθνος Λιβύης παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάς πόλις Θεσσαλίας «πολλοὶ Ἀχαΐδες εἰσὶν ἂν Ἑλλάδα τε Φθίην τε» (Il. 9, 395). ἐκτίσθη ὑπὸ Ἕλληνος οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππου τοῦ Ἴρου. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. Παλλάς. ἐθάς. ἰκμάς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. μονάς. Ἐχινάς νῆσοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάς. Δειράς δῆμος τῆς Λεοντίδος φ…