Ἕλος

Stephanos of Byzantium - Ethnika

Ἕλος OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστι καὶ Ἕλος Αἰγύπτου.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.244
char LCS 37 (16.2%) · word LCS 7 (14.3%)
Stephanos
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστι καὶ Ἕλος Αἰγύπτου.
Herodian
…ὲ εἶδος ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ 'τος' κλινόμενα, βαρύνεται, γέλως, ἔρως, Νέπως· ἔστι δὲ ὄνομα ὄρους. τὸ δὲ Εἵλως ἀπὸ τοῦ Ἕλως προσθέσει τοῦ 'ι'. Εἵλωτες δ´ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακὴν πόλιν Ἕλος. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους Εἵλωτας καλοῦσιν. λέγονται δὲ Εἵλωτες καὶ οἱ ἐπὶ Ταινάρῳ Σάτυροι. Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ 'τος' κλινόμενα ὀξύνεται ἀπτώς, ἀγνώς. ἔστι δὲ καὶ Ἀγνῶτες ἔθνος Κελτικῆς…
Herodian 1.393
char LCS 26 (11.4%) · word LCS 6 (12.2%)
Stephanos
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστ…
Herodian
…ὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ 'λ' ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς 'ος' λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον 'λ', ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος» (Χ 87). —σκέλος, βέ…
Herodian 1.355
char LCS 26 (11.4%) · word LCS 6 (12.2%)
Stephanos
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστ…
Herodian
…στελειόν λέγεται ποιητικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει »καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον« (Β 594). Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον. εἰ δὲ μὴ ἔχουσι τὸ 'λε', προπαροξύνονται, ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅ…
Herodian 1.358
char LCS 26 (11.4%) · word LCS 6 (12.2%)
Stephanos
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστ…
Herodian
…πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξα…