Ἐνετοί

Stephanos of Byzantium - Ethnika

Ἐνετοί OCR ✓ Trans ✓ Confirmed ✓
people
Ἐνετοί, Ὅμηρος “ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων”. ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν [Ἐνετικός]. ἔστι καὶ πόλις Ἐνετός ἀφ´ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος, ὡς Διογένης ἐν δευτέρῳ φιλοσόφου ἱστορίας.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.218
char LCS 40 (19.8%) · word LCS 7 (18.4%)
Stephanos
Ἐνετοί, Ὅμηρος “ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων”. ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν [Ἐνετικός]. ἔστι καὶ πόλις Ἐνετός ἀφ´ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος, ὡς Διογένης ἐν δευτέρῳ φιλοσόφου ἱστορίας.
Herodian
… Διονύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ 'ε' ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων» (Il. Β 852). τὰ δὲ ἔχοντα τὸ 'α' ὁμοίως, ἄργετος,