Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐνίσπη, πόλις Ἀρκαδίας “καὶ ἠνεμόεσσαν Ἐνίσπην”. νῦν δ´ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. τὸ ἐθνικὸν Ἐνισπαῖος ἢ Ἐνισπίτης ἢ Ἐνισπεύς.
Στράβων ἑνδεκάτῃ. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Ἐνίσπη πόλις Ἀρκαδίας »καὶ ἠνεμόεσσαν Ἐνίσπην« (Β 606). νῦν δ´ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. Εὐίππη δῆμος Καρίας. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλις Σινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι σιωπή ὀξύνεται καὶ ἐνωπή, ἐσωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ ἀστεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη …