Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐορδαῖαι, δύο χῶραι, Μυγδονίας [καὶ Μακεδονίας]. εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ἕκτῃ. ἐκλήθησαν καὶ Ἐορδισταί ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδός λυδίζω.
…καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς. Ἐλυμαία χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ τῆς Σουσίδος ἐγγύς. Ἐορδαία δύο χῶραι, Μυγδονίας καὶ Μακεδονίας· εἰσὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας, ἡ δὲ Θρᾴκης ἀπὸ Ἐορδοῦ τινος. Ἡλιαία δικαστήριον
Ἐορδαῖαι, δύο χῶραι, Μυγδονίας [καὶ Μακεδονίας]. εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ἕκτῃ. ἐκλήθησαν καὶ Ἐορδισταί ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδός λυδίζω.
…ής, ἀμυντής ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής. * Τὰ εἰς 'στης' ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπιστής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χηρωστής παρὰ τὸ »χήρωσας δὲ γυναῖκα« (Il. Ρ 36). τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ »στείχων δ´ ἀγρώστην ὄχλον« παρώνυμον ὡς καὶ τὸ μονώτης μονώστης. Τὰ διὰ τοῦ 'εστης'…