Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐπίδαμνος, πόλις Ἰλλυρίας, ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ἔστι δ´ ἑτέρα ἐν τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου. τὸ θηλυκὸν Ἐπιδαμνιάς.
… Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη, ἐφ´ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων «ἐχόμενοι δ´ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυσανίας ϛʹ (c. 10, 8) περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ αὐτὴν ἀρχαίαν…