Stephanos of Byzantium - Ethnika
Epidauros: a city near Argos, said in the feminine. For "vine-clad Epidauros" with a masculine adjective is feminine, like "of the sooty viper" in Nikandros. Some call it Leimere, the one having meadows. It was also called Meilissia and Haimera because the altar of Asklepios was continually bloodied by the sacrifices. Then Epitauros and Epidauros; some speak of Limera the Laconian, one of the hundred, because it has many harbours. The citizen Epidaurios, the feminine Epidauria and Epidauris. They also say Epidauriotes.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐπίδαυρος, πόλις πρὸς τῷ Ἄργει, θηλυκῶς λεγομένη. τὸ γὰρ “ἀμπελόεντ´ Ἐπίδαυρον” μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς τὸ “ψολόεντος ἐχίδνης” παρὰ Νικάνδρῳ. τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ἑκατόν, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπιδαυριώτης φασίν.
…λυκόν ἐστιν ὡς τὸ «ψολόεντος ἐχίδνης» (Ther. 129) παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» (Β 77) καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσαν ἢ διὰ τοῦ 'ι' ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφ´ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρό…
…τὸ “ψολόεντος ἐχίδνης” παρὰ Νικάνδρῳ. τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ἑκατόν, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπιδαυριώτης φασίν.
…ρα· ἔστι δὲ ὄνομα λίμνης, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐστιν· οὕτως γὰρ ἐκαλεῖτο Ἐπίδαυρος, Αἱμηρά μὲν διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τις οὖσα. τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺς ἔχειν λιμένας. * Τὰ εἰς 'ρα' δισύλλαβα μονογενῆ τῷ 'ο' παραληγόμενα ὀξύνεται, σπορά, φθορά, δορά, φορά, Θορά δῆμος Ἀττικὸς τῆς Ἀκαμαντίδος φυλῆς, μεθ´ ὧν καὶ ἀγορά τρισύλλαβον. ἔστι δὲ καὶ πόλις ἐν Χερρονήσῳ. * Τὰ εἰς 'ρα' δισύλλαβα …