Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐπικηφισιά, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ἐπικηφίσιος. τὰ τοπικὰ Ἐπικηφισιᾶθεν [Ἐπικηφισιάνδε καὶ Ἐπικηφισιᾶσι].
…α νῆσος Αἰθιοπίας. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐστὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθ´ ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ ( …