Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἔρεσος, πόλις Λέσβου, ἀπὸ Ἐρέσου τοῦ Μάκαρος, ἐξ ἧς Θεόφραστος Ἀριστοτέλους γνώριμος καὶ διάδοχος ὁ ἐπιφανέστατος, ὃς Τύρταμος ἐλέγετο καὶ διὰ τὸ τῆς φράσεως θεσπέσιον Θεόφραστος ἐκλήθη. τὸ ἐθνικὸν Ἐρέσιος ὡς Ἐφέσιος, καὶ Ἐρεσία καὶ Ἐρεσιεύς.
…ος δὲ Λυδίας αὐτήν φησιν (I 142). ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. Ἔρεσος πόλις Λέσβου ἀπὸ Ἐρέσου τοῦ Μάκαρος. τὸ μέντοι Θυεσσός πόλις Λυδίας ἀπὸ Θυεσσοῦ καπήλου—ἔστι καὶ Πισιδίας—δύο 'σσ' ἔχον ὀξύνεται. Τὰ εἰς 'σος' ὑπερδισύλλαβα τῷ 'η' παραληγόμενα ἕτερον ἔχοντα 'σ' ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν…