Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐρέτρια, πόλις Εὐβοίας. Ὅμηρος “Χαλκίδα τ´ Εἰρέτριάν τε”. ἐκαλεῖτο δὲ Μελανηίς ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. οὕτω δ´ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ´ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θεσσαλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρ…
…αὶ μητρόπολις τῆς ἐν Ἰνδικῇ Ταπροβάνης νήσου. χρυσοῦς χρυσῆ, διπλοῦς διπλῆ. Τὰ ἔχοντα τὸ 'α' βραχὺ διὰ τοῦ 'τρια' προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, μαθήτρια, λεκάστρια ἡ πόρνη. Ἐρέτρια πόλις Εὐβοίας. Ὅμηρος »Χαλκίδα τ´ Ἐρέτριάν τε« (Il. Β 537) ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ 'α' μακρὸν ἔχουσι. καὶ τὸ πότνια· ἔστι δὲ καὶ Πότνιαι πόλις Βοιωτίας. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκης, Στράβων δὲ κώμ…
Ἐρέτρια, πόλις Εὐβοίας. Ὅμηρος “Χαλκίδα τ´ Εἰρέτριάν τε”. ἐκαλεῖτο δὲ Μελανηίς ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. οὕτω δ´ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ´ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θεσσαλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρετριῶς ὡς Στειριῶς. καὶ Ἐρετρίς θηλυκὸν καὶ Ἐρετριάς. καὶ Ἐρέτριος…
… ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν »αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ«. Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ 'η' παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον