Ἑρμώνασσα

Stephanos of Byzantium - Ethnika

Ἑρμώνασσα OCR ✓ Trans ✓ Confirmed ✓
island
Ἑρμώνασσα, νῆσος μικρά, πόλιν ἔχουσα, ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ, Ἰώνων ἄποικον, ὡς ὁ περιηγητής. ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων ἐν ἑβδόμῃ Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. ἀπὸ Ἑρμωνάσσης τὸ ἐθνικὸν Ἑρμωνασσαῖος ἢ Ἑρμωνάσσιος ὡς Συρακόσσιος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.268
char LCS 90 (31.7%) · word LCS 17 (33.3%)
Stephanos
Ἑρμώνασσα, νῆσος μικρά, πόλιν ἔχουσα, ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ, Ἰώνων ἄποικον, ὡς ὁ περιηγητής. ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων ἐν ἑβδόμῃ Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. ἀπὸ Ἑρμωνάσσης τὸ ἐθνικὸν Ἑρμωνασσαῖος ἢ Ἑρμωνάσσιος ὡς Συρακόσσιος.
Herodian
φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. μέτασσα παρὰ τὸ μετά »χωρὶς δὲ μέτασσαι« (Od. ι 221). Ἔδεσσα πόλις Συρίας ἀποικία τῆς ἐν Μακεδονίᾳ. Ποιήεσσα πόλις τῆς Κέω. Σύεσσα καλύβη τις ἐν Λυκίᾳ ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητὼ καὶ Σύεσσα πόλις Τυρρ…