Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐρύθεια, νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ, ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου, ἧς καὶ Ἑρμοῦ Νῶραξ, ὡς Παυσανίας. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν…
…ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος «οἱ δὲ Ζέλειαν ἔναιον» (Β 824). παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ 'ι' Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ …
…ῶραξ, ὡς Παυσανίας. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν .... ὡς Ὅμηρος Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, [οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ´ ἀνιόντος].
…ν Εὐβοίας. Κέκροψ, Ὕοψ πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός«. Τρίοψ· Τρίοπα γάρ φησιν Ἑλλάνικος Τρίοπον τὸν πατέρα Ἐρυσίχθονος. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητός ἐστιν. Αἰθίοψ »Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν« (Od. α 23). οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς 'οψ' παρ´ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. εὐρύοψ. βοῦκλεψ παρ´ Ἀριστοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδος θηρίου. Τὰ ε…