Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐρυθῖνοι, πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος [“αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους”. καὶ Ὅμηρος] “καὶ ὑψηλοὺς Ἐρυθίνους”. τὸ ἐθνικὸν ὅμοιον.
…ης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολίτης Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, Ἀκραγ…