Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐρυθραί, πόλις Ἰώνων, Ἑκαταῖος Ἀσίᾳ. ἐκαλεῖτο δὲ Κνωπούπολις, ἀπὸ Κνώπου. ἔστι καὶ Λιβύης ἄλλη, καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας, καὶ Κύπρου ἄλλη, ἡ νῦν Πάφος, ὁ πολίτης Ἐρυθραῖος. καὶ τοπικῶς Ἐρυθραίηθεν. ἐχρημάτιζε δὲ καὶ Ναυκράτης Ἐρυθραῖος, ὁ Ὅμηρον ὑπομνηματίσας.
… (Β 498) καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλλοντα τὸ 'α'. τὸ δὲ Ἐρυθρά ἡ θάλασσά ἐστιν ἐπιθετικόν. ἔστι δὲ καὶ ἄκρα Ἐρυθρά τῆς Λιβύης. ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλις Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης ἄλλη καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφος. τὸ δὲ Φαίδρα κύριον συνεξωμοιώθη τῷ Φαῖδρος ἀρσενικῷ· ὡσαύτως καὶ