Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐρύμανθος, ὄρος καὶ ποταμός. “ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον”. ἐν τούτοις τοῖς ὄρεσι λέων οὐ γεννᾶται. ὅθεν Ὅμηρος περὶ τῆς Ἀρτέμιδός φησι “τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι”, καὶ οὐ λέουσι. τὸ ἐθνικὸν Ἐρυμάνθιος, καὶ θηλυκὸν Ἐρυμανθίς, ὡς Βοιωτός Βοιωτίς. ἔστι καὶ οὐδέτερον…
… εἷς τῶν Λυκάονος παίδων. Ὀλίγαιθος, Σίμαιθος ὄνομα ποταμοῦ. Ἀρίαιθος. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κακιστός ὀξύνεται. Τὰ εἰς 'θος' ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον» (Od. ζ 103). Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. Φάλανθος ὄρος…