Ἐρυσίχη

Stephanos of Byzantium - Ethnika

Ἐρυσίχη OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἐρυσίχη, πόλις Ἀκαρνανίας, ἥ τις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ´ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων· φησὶ γάρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδέ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδ´ Ἐρυσιχαῖος [οὐδὲ ποιμήν]. εἰ γὰρ τῷ “Θεσσαλὸς γένος” συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· Ἡρωδιανὸς ἐν ταῖς καθόλου προσῳδίαις καὶ Πτολεμαῖος ἔφη· εἰ δὲ τῷ “οὐδὲ ποιμὴν” συνάψειέ τις λέγων ἢ “ἐρυσιχαῖος τὸ οὐδὲ ποιμήν”, πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμὴν ἁρμόδιον ἐπαχθήσεται. ὁ πολίτης Ἐρυσιχαῖος, οὗ θηλυκὸν Ἐρυσιχίς. τὸ αὐτὸ καὶ ἐπὶ τῆς χώρας.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.131
char LCS 142 (18.0%) · word LCS 29 (19.1%)
Stephanos
…, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ´ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων· φησὶ γάρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδέ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδ´ Ἐρυσιχαῖος [οὐδὲ ποιμήν]. εἰ γὰρ τῷ “Θεσσαλὸς γένος” συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· Ἡρωδιανὸς ἐν ταῖς καθόλου προσῳδίαις καὶ Πτολεμαῖος ἔφη· εἰ δὲ τῷ “οὐδὲ ποιμὴν” συνάψειέ τις λέγων ἢ “ἐρυσιχαῖος τὸ οὐδὲ ποιμ…
Herodian
προπαροξυνόμενον. ἀλλὰ μήποτε τὸ χαῖον ἔγκειται, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ ὁ ἐρύσω μέλλων. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ´ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων. φησὶ γὰρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδὲ Ἐρυσιχαῖος οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεσσαλὸς γένος» συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· εἰ δὲ τῷ «οὐδὲ ποιμήν» συνάψειέ τις λέγων «τὸ οὐδὲ ποιμήν ἢ ἐρυσίχαιος», πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον…
Herodian 1.346
char LCS 129 (16.3%) · word LCS 18 (11.8%)
Stephanos
Ἐρυσίχη, πόλις Ἀκαρνανίας, ἥ τις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ …
Herodian
…δικὴ κύριόν ἐστιν. Τὰ εἰς 'χη' παραληγόμενα 'ι' βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. * Τὰ εἰς 'χη' ὑπερδισύλλαβα παραληγόμενα 'ο' σπάνια ὄντα βαρύνεται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου.