Ἐλίξοια

Stephanos of Byzantium - Ethnika

Ἐλίξοια OCR ✓ Trans ✓ Confirmed ✓
island
Ἐλίξοια, νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.281
char LCS 62 (54.9%) · word LCS 9 (47.4%)
Stephanos
Ἐλίξοια, νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.
Herodian
…όλις Μακεδονίας. Βέροια πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ 'φ' εἰς 'β' μεταποιεῖν, ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τοῦ Βέρητος τοῦ Μακεδόνος. ἔστι καὶ πόλις Συρίας. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷς ἀκόλουθον τὸ ἔσσοια, τρίττοια ἡ θυσία, ἥτις ἐκ τριῶν ζῴων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ 'α' παροξύνεται. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ 'υι' διφθόγγῳ…