Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἑρχιά, δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν. τρισυλλάβως δὲ τοὺς Ἑρχιᾶς φασιν. ὁ δημότης Ἑρχιεύς. καὶ Ἰσοκράτης Ἑρχιεὺς ἦν. τὰ τοπικὰ Ἑρχιᾶθεν Ἑρχιᾶζε καὶ Ἑρχιᾶσιν.
τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγιλιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθ´ ὧν καὶ Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκα…