Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Εὔβοια, νῆσος μία τῶν ἑπτά, παραμήκης, ἣ καὶ Μάκρις ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς, καὶ Εὐβοιίς τὸ θηλυκόν. καὶ Εὐβοεύς χωρὶς τοῦ « ι », καί τοι τὰ ἀπὸ τῶν εἰς « α » παραγόμενα εἰς « ευς » φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς, ἔ…
…νουσιν. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ 'οι' διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔχροια, δύσχροια, εὔπλοια, δύσπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύσπνοια. Εὔβοια νῆσος, ἀπὸ Εὐβοίας. Ἡρόδοτος ( 5, 31). ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. Μελίβοια πόλις Θεσσαλίας. Στράβων ἐνάτῳ. Περίβοια, Στενόβοια, Ἀλίνδοια πόλις Μακεδονίας. Βέροια πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ 'φ' εἰς 'β' μεταποιεῖν, ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλ…
…δοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς, καὶ Εὐβοιίς τὸ θηλυκόν. καὶ Εὐβοεύς χωρὶς τοῦ « ι », καί τοι τὰ ἀπὸ τῶν εἰς « α » παραγόμενα εἰς « ευς » φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ´ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσός Ταρσεύς. ἔστι καὶ Εὐβοϊκός κτητικόν.
…πουδή σπουδαῖος, τροπή τροπαῖος, εὐνή εὐναῖος. ἔστι δὲ καὶ Εὐναῖος ποταμὸς Καρίας. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸ περισπῶσιν. Ἐπιπολαῖος δὲ τὸ ἐθνικόν. * Τὰ ἀπὸ τῶν εἰς 'α' ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ 'αιος' προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος, Ἀσαῖος· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ 'ι'. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενο…