Εὐκάρπεια, δῆμος τῆς μικρᾶς Φρυγίας. ἱστορεῖ Μητροφάνης, τὸν βότρυν ἐκεῖ τοσοῦτον γίνεσθαι τὸ μέγεθος, ὅσον ἅμαξαν ἀπ´ αὐτοῦ σχισθῆναι κατὰ μέσον. καὶ οὕτως ἐκλήθη διὰ τὸ εὔφορον. περὶ αὐτῆς γὰρ οἱ βάρβαροι ἔλεγον ὅτι Δήμητρι καὶ Διονύσῳ Ζεὺς τὴν χώραν τὴν τῶν Εὐκαρπέων δοίη. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας ἐν τοῖς λεγομένοις ... Τίμαιος· καὶ γενέσθαι ἐν τούτῳ Λαΐδα, τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί. τὴν δὲ Λαΐδα τινὲς [ἐξ] Ὑκάρων λέγουσι καὶ Ὑκαρικὸν ἀνδράποδον, ὡς Συνέσιος ἐν ἐπιστολῇ. τὸ ἐθνικὸν Εὐκαρπεύς. δυνατὸν δὲ τὸ τῆς Σικελίας Εὐκαρπιανός καὶ Εὐκαρπιάτης καὶ Εὐκαρπίτης.
Translation pending