Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Εὐρυμεναί, πόλις Θεσσαλίας, Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Εὐρυμένιος ὡς Κλαζομένιος.
… ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκομένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου καὶ τὸ Εἰδομε…