Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Εὐρυτᾶνες, ἔθνος Αἰτωλικόν. Λυκόφρων “μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς”. ὡς τὸ Αἰνιάν.
…ς φυλὴ Δωριέων. Ἐγχελᾶνες ἔθνος Ἰλλυρίας οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐγχελεῖς ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. Εὐρυτάν ἔθνος Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ συγκοπὴν ὡς Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. Ἀρετάν ποταμὸς Κροτωνιάδος χώρας παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιῤῥεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφα…