Εὐρώπη

Stephanos of Byzantium - Ethnika

Εὐρώπη OCR ✓ Trans ✓ Confirmed ✓
region
Εὐρώπη, ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς [ἢ] τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια καὶ διὰ τοῦ « ι » Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι “καὶ νησιώτας καὶ μακρὰς Εὐρωπίας”. καὶ Εὐριπίδης ἐν Θησεῖ “σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας”. ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.339
char LCS 123 (53.7%) · word LCS 22 (50.0%)
Stephanos
Εὐρώπη, ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς [ἢ] τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια καὶ διὰ τοῦ « ι » Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι “καὶ νησιώτας καὶ μακρὰς Εὐρωπίας”. καὶ Εὐριπίδης ἐν Θησεῖ “σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας”. ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς.
Herodian
…ίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ 'ι' Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι »καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας«. καὶ Εὐριπίδης ἐν Θησεῖ »σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας«. Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς δι´ ἑνὸς 'σ'. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τ…