Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Εὔταια, πόλις Ἀρκαδίας, Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ. τὸ ἐθνικὸν Εὐταιεύς, ὡς Ἡραιεύς Φωκαιεύς.
…ήσαντος ἐκεῖ. Ἱστίαια πόλις Εὐβοίας. Ὅμηρος «πολυστάφυλον θ´ Ἱστίαιαν» (Β 537). ἡ δὲ διὰ τοῦ 'ι' Ἰωνικὴ γραφή ἐστιν. ἔστι δὲ καὶ Θετταλίας. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ 'ι' καὶ διὰ τοῦ 'ε' ψιλοῦ. Εὔταια πόλις Ἀρκαδίας. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ (c. 5, 12, 20 et 21). Ποτίδαια πόλις Θρᾴκης. Βάρκαια πόλις Λιβύης, ἣ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλις Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάσταια πόλις ἐν Σάκαις, Δέραια πόλις Ἀρκαδίας. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνος· ταύτην …