Εὔτρησις

Stephanos of Byzantium - Ethnika

Εὔτρησις OCR ✓ Trans ✓ Confirmed ✓
village
Εὔτρησις, κώμη [Βοιωτίας]. Ὅμηρος “Κώπας Εὔτρησίν τε”. κεῖται δὲ παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιὰς ἀπάγουσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ὁ κωμήτης Εὐτρησίτης, ἀφ´ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὔτρησίνδε, ὡς Μενέλαος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.120
char LCS 32 (9.3%) · word LCS 5 (7.7%)
Stephanos
…υσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ὁ κωμήτης Εὐτρησίτης, ἀφ´ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὔτρησίνδε, ὡς Μενέλαος.
Herodian
…ς, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα» (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τ…