Ζεφύριον, ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο. καὶ πόλις Κιλικίας. τὸ ἐθνικὸν Ζεφυριώτης. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφ´ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφ´ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. τὸ οὖν Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης, συγκοπῇ τοῦ « ω », ὡς τὸ Θρονίτης. Ἀρκάδιος δὲ διὰ διφθόγγου γράφει.
Translation pending