17 Ζεφύριον· ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο. καὶ πόλις Κιλικίας. τὸ ἐθνικὸν Ζεφυριώτης. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφ’ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφ’ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος (fr. 110,57 Pfeiffer). τὸ οὖν Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης, συγκοπῇ τοῦ ω, ὡς τὸ Θρονίτης. Ἀρκάδιος (cf. RE II 1153 Nr. 5) δὲ διὰ διφθόγγου γράφει.
Translation pending
18 Ζήβυττις· πόλις Λιβύης, Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 331). ὁ πολίτης Ζηβυττίτης.
Translation pending
19 Ζῆλα· τόπος Ἀρμενίας, <ἐν> ᾧ Ἀρτέμιδι Σάκαια <ἐπιτελοῦσιν>. οὐδετέρως, Στράβων ια (11,8,4 [C 512,7]). ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη, καὶ αὐτὴ οὐδετέρως. ἔστι καὶ Ζίηλα τρισυλλάβως, πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζιήλας. ὁ πολίτης Ζηλίτης.
Translation pending
20 Ζῆλος· πόλις τῶν ἑσπερίων Αἰθιόπων, Στράβων ιζ (17,3,6 [C 827,24]). ὁ πολίτης Ζηλίτης.
Translation pending
21 Ζηνοδότιον· πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν β (FGrHist 156 F 33 = fr. 2 Roos). τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτηνὸς ἐπιχωρίως.
Translation pending
Ζηράνιοι· ἔθνος Θρᾴκης, Θεόπομπος με̅ (FGrHist 115 F 214). καὶ Ζηρανία ἐπὶ τῆς χώρας, Ἔφορος κζ̅ (FGrHist 70 F 88).
Translation pending
Ζήρυνθος· πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων (77) „Ζήρυνθος ἄντρον τῆς κυνοσφαγοῦς“. ὁ πολίτης Ζηρύνθιος καὶ Ζηρυνθιάς.
Translation pending
Ζιποίτιον· πόλις Βιθυνίας, ἀπὸ Ζιποίτου βασιλέως. τὸ ἐθνικὸν Ζιποίτιος.
Translation pending
Ζόαρα· πόλις Περσική. οἱ οἰκοῦντες Ζοαρᾶται. Διονύσιος καὶ Ζοάρους αὐτούς φησιν ἐν γ̅ Βασσαρικῶν (fr. 9 Livrea = p. 61 Heitsch). ἔστι καὶ κώμη μεγάλη <ἢ> φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι καλουμένῃ θαλάσσῃ Ζόαρα οὐδετέρως. δηλοῖ δὲ τῇ Ἑβραίων φωνῇ τὸ μικρόν. ὅπου ὁ Λὼτ ἔφυγε καὶ ἐσώθη ἀπὸ τῆς Σοδομιτικῆς ὀργῆς. οἱ πολῖται τοῦ χωρίου Ζοαρηνοὶ διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται· οἱ γὰρ δύο τύποι Ἀράβιοι.
Translation pending
Ζοίτειον· πόλις Ἀρκαδίας, Παυσανίας η̅ (8,27,3). λέγεται καὶ Ζοίτεια (Paus. 8,35,6–7). ἀπὸ Ζοιτέως. τὸ ἐθνικὸν παρὰ τὸ Ζοίτειον Ζοιτειεύς, παρὰ δὲ τὴν Ζοίτειαν Ζοιτεύς.
Translation pending
Ζομβίς· πόλις τῆς Μηδίας.
Translation pending
Ζοῦχις· πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ιζ̅ (17,3,18 [C 835,5]). ὁ πολίτης Ζουχίτης.
Translation pending
Ζύγαινα· νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. τὸ ἐθνικὸν Ζυγαινίτης, καὶ κτητικὸν Ζυγαινιτικός.
Translation pending
Ζυγαντίς· πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει (FGrHist 1 F 337). οἱ πολῖται Ζύγαντες, οἵτινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ς Γῆς περιόδου (fr. 322 Lasserre).
Translation pending
Ζυγοί· πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ια (11,2,1 [C 492,26]). τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα, Στράβων ιβ (12,3,17 [C 548,24]). τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός.
Translation pending
Ζωβίδαι· ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν β (FGrHist 97 F 7).
Translation pending
Ζώνη· πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 161). τὸ ἐθνικὸν Ζωναῖος.
Translation pending
Ζωστήρ· τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην <καὶ> καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.
Translation pending