Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζηνοδότιον, πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτηνός ἐπιχωρίως.
…ίας. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλις Τυρρηνίας. Κορυφήτιον τὸ ὄρος Ἀζανίας. Βαρήτιον χωρίον πρὸς τῷ Ἀδρίᾳ. Θεόπομπος πεντηκοστῷ δευτέρῳ. Σκυλλήτιον πόλις Σικελίας, ὡς Εὔδοξος ἕκτῃ. Παπίτιον πόλις Παφλαγονίας. Ζηνοδότιον πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου. Ἀρριανὸς Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλις Βιθυνίας ἀπὸ Ζιποίτου βασιλέως. Αἰάντιον ἡ πόλις. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλις. Ἀκαμάντιον πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν…