Ζόαρα

Stephanos of Byzantium - Ethnika

Ζόαρα OCR ✓ Trans ✓ Confirmed ✓
city
Ζόαρα, πόλις Περσική. οἱ οἰκοῦντες Ζοαρᾶται. Διονύσιος καὶ Ζοάρους αὐτούς φησιν ἐν τρίτῳ Βασσαρικῶν. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι καλουμένῃ θαλάσσῃ Ζόαρα οὐδετέρως. δηλοῖ δὲ τῇ Ἑβραίων φωνῇ τὸ μικρόν. ὅπου ὁ Λὼτ ἔφυγε καὶ ἐσώθη ἀπὸ τῆς Σοδομιτικῆς ὀργῆς. οἱ πολῖται τοῦ χωρίου Ζοαρηνοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται· οἱ γὰρ δύο τύποι Ἀράβιοι.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.385
char LCS 54 (17.2%) · word LCS 11 (17.7%)
Stephanos
Ζόαρα, πόλις Περσική. οἱ οἰκοῦντες Ζοαρᾶται. Διονύσιος καὶ Ζοάρους αὐτούς φησιν ἐν τρίτῳ Βασσαρικῶν. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι καλουμένῃ θαλάσσῃ Ζόαρα οὐδετέρως. δηλοῖ δὲ τῇ Ἑβραίων φωνῇ τὸ μικρόν. ὅπου ὁ Λὼτ ἔφυγε καὶ ἐσώθη ἀπὸ τῆς Σοδομιτικῆς ὀργῆς. οἱ πολῖται τοῦ χωρίου Ζοαρηνοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται· οἱ γὰρ δύο τύποι Ἀράβιοι.
Herodian
…ίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύσαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις πρὸς τοὺς ὅρους τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτος ἑβδόμῃ (c. 30). Λάβαρα πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. Ζόαρα πόλις Περσική. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι θαλάσσῃ. Ὕκαρον φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ´ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται