Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζοῦχις, πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ζουχίτης.
…ικὸν τῆς πόλεως Ἀντιοχείας καὶ φυλῆς ὄνομα, παννυχίς, Τραχίς πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην ὑπὸ Ἡρακλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. Δουλιχίς, Ἐρυσιχίς· τὸ δὲ ῥάχις καὶ ἔχις σεσημείωται. τὸ μέντοι Ζοῦχις πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῳ. Τρῆχις πόλις Αἰγύπτου, Βῆχις πόλις Αἰγύπτου ἡ πρότερον Μέτηλις. Βῶγχις πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. Ξοῦχις πόλις Λιβύης. Ἀρτεμίδωρος. Ἀτάρβηχις πόλις ἐν τῇ Προσωπίτιδι νήσῳ, Τεύωχις πόλις Αἰγυπτία. ἔστι κ…