Stephanos of Byzantium - Ethnika
Zygantis: a city in Libya. Hekataios in his Periegesis of Asia. The citizens are 'Zygantes'; they gather flowers and make honey that is not inferior to that produced by bees, as Eudoxos the Knidian relates in book 6 of his Circuit of the Earth.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου.
… καὶ συστελλόμενον ἔχει τὸ 'α', καὶ τὸ βιβάς μετοχή ἐστιν. Τὰ εἰς 'γας' πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σ…
Ζυγαντίς, πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. οἱ πολῖται Ζύγαντες, οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν, ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου, ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου.
Ἀνακρέων ἀπὸ Ἀθάμαντος, ὃς πρῶτον αὐτὴν ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρκαδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰγύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σολουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαντις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλις Λιβύης 'ρ' παραληγόμενον. Τὰ εἰς 'ις' θηλυκὰ ἀπὸ τῶν εἰς …