Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ζυγοί, πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ἑνδεκάτῃ. τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα, Στράβων δωδεκάτῃ. τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός.
…ὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ (c. 3). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φο…
Ζυγοί, πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ, Στράβων ἑνδεκάτῃ. τούτων ἔοικε καὶ ἡ Ζυγόπολις παρὰ Τραπεζοῦντα, Στράβων δωδεκάτῃ. τοῦ Ζυγοί τὸ ἐθνικὸν Ζυγιανός.
…ο ἀρχῆς» τὸ τοῦ τραγικοῦ καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετενήνεκται καταστάσεως. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοις ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. εἰσὶ καὶ Ζυγοί πόλις πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ. Τὰ εἰς 'γος' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγός, φηγός, πηγός. τὸ δὲ Λᾶγος κύριον. εἴρηται καὶ τρισυλλάβως «Λάαγος φίλος υἱὸς ἀρίζηλος Πτολεμαῖος». οὐ φύσει οὖν δισυλλαβεῖ, ἀλλ´ ἐκ τοῦ…