Ζωστήρ

Stephanos of Byzantium - Ethnika

Ζωστήρ OCR ✓ Trans ✓ Confirmed ✓
promontory
Ζωστήρ, τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην [καὶ] καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.47
char LCS 134 (67.0%) · word LCS 26 (70.3%)
Stephanos
Ζωστήρ, τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην [καὶ] καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ὁ τοπίτης Ζωστήριος. τιμᾶται καὶ Ζωστηρία Ἀθηνᾶ ἐν Λοκροῖς τοῖς Ἐπικνημιδίοις.
Herodian
…υ. Τὰ εἰς 'ηρ' ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς 'ηρ' τοῦ 'τ' προηγουμένου τοῦ 'η', στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ