Ἠλεκτρίδες νῆσοι

Stephanos of Byzantium - Ethnika

Ἠλεκτρίδες νῆσοι OCR ✓ Trans ✓ Confirmed ✓
island
Ἠλεκτρίδες νῆσοι, ἐν αἷς εἰσι δύο ἀνδριάντες Δαιδάλου καὶ Ἰκάρου. “ταύτας δὲ τὰς νήσους φασὶ καὶ τὸν Ἠριδανὸν ποταμὸν προσκεχωκέναι. ἔστι δὲ καὶ λίμνη πλησίον τοῦ ποταμοῦ ὕδωρ ἔχουσα θερμόν, ὀσμὴ δὲ ἀπ´ αὐτῆς βαρεῖα καὶ χαλεπὴ ἀποπνεῖ, καὶ οὔτε ζῷον πίνει ἐξ αὐτῆς οὔτε ὄρνεον ὑπερίπταται, ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. ἔστι δὲ ὁ κύκλος στάδιοι διακόσιοι, τὸ [δὲ] εὖρος [ἕως δέκα]. καὶ μυθολογοῦσι Φαέθοντα κεραυνωθέντα πεσεῖν ἐκεῖ. εἶναι δὲ ἐκεῖ καὶ αἰγείρους πολλάς, ἐξ ὧν πίπτει τὸ καλούμενον ἤλεκτρον, ὅμοιον κόμμι διὰ τὸ σκληρύνεσθαι ὡς λίθον”. οἱ κατοικοῦντες Ἠλεκτρῖται πρὸς τὸν τύπον [τῶν εἰς « ις »], Ἠλεκτρῖνοι διὰ τὸ ἐπιχώριον.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.