Ἠδοί· ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 186).
Translation pending
Ἠδύμη· πόλις Καρίας. τὸ ἐθνικὸν Ἠδυμαῖος.
Translation pending
Ἠδωνοί· ἔθνος Θρᾴκης, ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ. καὶ τὸ ἐθνικὸν Ἠδωνοί καὶ Ἠδωναί. λέγεται καὶ Ἠδωνεύς καὶ Ἠδωνιάτης.
Translation pending
Ἠετιώνεια· οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα, ἀπὸ Ἠετίωνος. τὸ ἐθνικὸν Ἠετιώνειος.
Translation pending
Ἠιών· πόλις ἐν Χερρονήσῳ, ὡς Θουκυδίδης (4,7). τὸ ἐθνικὸν Ἠιονεύς. ἔστι καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. τὸ ἐθνικὸν ταύτης Ἠιονίτης.
Translation pending
Ἠλακαταῖον· ὄρος Θεσσαλίας, ὅπου καὶ Διὸς Ἠλακαταίου ἱερόν. τὸ ἐθνικὸν Ἠλακαταιεύς. Ζεὺς καὶ Ἠλακατεύς.
Translation pending
Ἠλεκτρίδες νῆσοι· ἐν αἷς εἰσι δύο ἀνδριάντες Δαιδάλου καὶ Ἰκάρου. ταύτας δὲ τὰς νήσους φασὶ {καὶ} τὸν Ἠριδανὸν τὸν ποταμὸν προσκεχωκέναι. ἔστι δὲ καὶ λίμνη πλησίον τοῦ ποταμοῦ ὕδωρ ἔχουσα θερμόν, ὀσμὴ δὲ ἀπ᾿ αὐτῆς βαρεῖα καὶ χαλεπὴ ἀποπνεῖ, καὶ οὔτε ζῷον πίνει ἐξ αὐτῆς οὔτε ὄρνεον ὑπερίπταται, ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. ἔστι δὲ ὁ κύκλος στάδιοι διακόσιοι, τὸ <δὲ> εὖρος <ὡς ι>. καὶ μυθολογοῦσι Φαέθοντα κεραυνωθέντα πεσεῖν ἐκεῖ. εἶναι δὲ ἐκεῖ καὶ αἰγείρους πολλάς, ἐξ ὧν πίπτει τὸ καλούμενον ἤλεκτρον, ὅμοιον κομμιδίῳ διὰ τὸ σκληρύνεσθαι ὡς λίθον. οἱ κατοικοῦντες Ἠλεκτρῖται πρὸς τὸν τύπον <τῶν εἰς ιϛ>, Ἠλεκτρῖνοι διὰ τὸ ἐπιχώριον.
Translation pending
8 Ἡλιαία· δικαστήριον Ἀθηναίων, παρὰ τὸ ,ἁλέες δεῦτε‘ παράγωγον ἁλία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγα δικαστήριον, τὸ ἐκ τῶν δ ἡλισμένον δικαστηρίων, ἐκ τοῦ φ καὶ υ καὶ σ καὶ ρ. οἱ δὲ ἐκφερόμενοι ἐλέγοντο ἡλιασταί. ἐκ γὰρ τοῦ ἅλις ἁλία γίνεται. καὶ ὡς βία βιάζω καὶ αἰτία αἰτιάζω, οὕτως ἁλία ἁλιάζω, καὶ ἁλιαστής ὡς δικαστής, καὶ ἡλιαστής, καὶ κτητικὸν ἡλιαστικὸς παρὰ τὸ ἡλιαστής.
Translation pending
9 Ἡλίου πόλις· πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλί<ου καὶ> Ῥόδης. Ἡρόδοτος β (2,3,1). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου, ἀπὸ τῆς Αἰγυπτίας. καὶ δ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλίου πόλις ἐλέγετο, εἶτα Πάγος, καὶ οὕτως Ἐφύρη. ἔστι καὶ ἐν Φοινίκῃ. ὁ πολίτης Ἡλιοπολίτης.
Translation pending
Ἦλις· πόλις πρὸς τῇ {Αἰγυπτίᾳ} Ὀλυμπίᾳ, ἀπὸ Ἠλείου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας. καὶ γ’ Ἱσπανίας. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ, καὶ καθ’ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος. ἀφ’ οὗ „Ἀλεῖος ὁ Ζεύς“ (Call. fr. 196,1 Pfeiffer). Τρύφων (fr. 90 Velsen) δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέιος καὶ Ἠλεῖος. Ὅμηρος (B 619) δ’ Ἐπειοὺς αὐτούς φησι. καὶ κτητικῶς λέγεται Ἠλιακός. λέγονται καὶ πατρωνυμικῶς Ἠλιάδαι. λέγεται καὶ Ἠλιδία, ὡς Ψωφιδία καὶ Ἀρκαδία, ἀπὸ γενικῆς. καὶ ἐπίρρημα Ἠλιδίαθεν. τὸ δὲ Ἠλεῖος καὶ θηλυκῶς φασιν.
Translation pending
Ἠλώνη· πόλις Περραιβική. Ὅμηρος (B 739) „Ὄρθην {καὶ} Ἠλώνην τε“. νῦν δὲ Λειμώνη, διὰ τὸν ἐν αὐτῇ λειμῶνα. τὸ ἐθνικὸν Ἠλωναῖος.
Translation pending
Ἠμαθία· πόλις καὶ χωρίον. ἡ νῦν Μακεδονία. καὶ Ἠμαθίς ἡ χώρα.
Translation pending
Ἡμεροσκοπεῖον· πόλις Κελτιβήρων, Φωκαέων ἄποικος. Ἀρτεμίδωρος β λόγῳ Γεωγραφουμένων (fr. 19 Stiehle).
Translation pending
Ἡμίκυνες· ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. <Σιμμίας> ἐν Ἀπόλλωνι (fr. 1 Powell = fr. 1 Fränkel) Ἡμικύνων τ’ ἐνόησα <γένος> περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐυστρεφέων κύνεος κράς τέτροφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ’ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος (fr. 153 Merkelbach/West).
Translation pending
Ἡνιοχεία· χώρα παρὰ τῷ Καυκάσῳ. οἱ οἰκήτορες Ἡνίοχοι. Στράβων ια (11,2,12 [C 495,34]).
Translation pending
Ἤπειρος· ἡ γενικὴ χώρα. οἱ μὲν γὰρ εἰς β τὴν γῆν, οἱ δὲ εἰς γ, οἱ δὲ εἰς δ διεμέρισαν. ἐξ αὐτῆς Ἠπειρώτης καὶ Ἠπειρωτικός.
Translation pending
Ἤπιον· πόλις Τριφυλίας, ἣν Ἠλεῖοι προσελάβοντο. τὸ ἐθνικὸν Ἠπιεύς.
Translation pending
Ἥραια· ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνος. ταύτην δ’ ἐν τῇ συνηθείᾳ Ἱερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖσε ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δ βιβλίῳ (FGrHist 699 F 5 = fr. 4 Powell) ἔστι δέ <τις> προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἡραία, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ’ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντη ἔμμεναι, εἴαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα θοὰς νέας ἦγον, ὀιόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ’ ἐνέκυρσαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. κεῖται δὲ κατὰ Μεσσήνην πρὸς Πελοπόννησον. τὸ ἐθνικὸν Ἡραιεύς. λέγεται καὶ χωρὶς τοῦ ι ὡς Νικαεύς.
Translation pending
Ἥραιον· πόλις Θρᾴκης, Ἡρόδοτος δ (4,90,2). τὸ δὲ τεῖχος Ἡραῖον. οἱ πολῖται Ἡραῖοι. τοῦ δὲ Ἡραίου τείχους Ἡραιοτειχίτης.
Translation pending
Ἡράκλεια· πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. β̄ Σικελίας. γ̄ Λυδίας. δ̄ Λιβύης. ε̄ Σαρδοῦς. ς̄ Ἰταλίας. ζ̄ Κελτικῆς. η̄ Θεσσαλίας. θ̄ Καρίας. ῑ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιᾱ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβ̄ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγ̄ Συρίας. ιδ̄ Φοινίκης. ιε̄ Πιερίας. ις̄ πόλις καὶ νῆσος. ιζ̄ Κρήτης. ιη̄ Πισαϊκή. ιθ̄ Καρίας, ἡ λεγομένη Σαλβάκιος, μεσόγειος. κ̄ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. κᾱ Ἀκαρνανίας πόλις. κβ̄ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγ̄ Μακεδονίας, τοῦ Ἀμύντα Φιλίππου κτίσμα. τὸ ἐθνικὸν Ἡρακλεύς καὶ Ἡρακλειώτης καὶ Ἡρακλεώτης. καὶ Ἡράκλειον καὶ Ἡρακλεωτικόν.
Translation pending
Ἡρακλεοβουκόλοι· Αἰγυπτιακὴ συνοικία.
Translation pending
Ἡρακλεούπολις· πόλις Αἰγυπτία, ἐξ ἧς Θεοφάνης ὁ φυσικός. β̅ πλησίον Πηλουσίου. γ̅ κατὰ τὸ Κανωβικὸν στόμα. οἱ πολῖται Ἡρακλεοπολῖται.
Translation pending
Ἠρητός· πόλις Σαβίνων. τὸ ἐθνικὸν Ἠρητῖνος.
Translation pending
Ἡρώ· πόλις Αἰγυπτία, ἣ Αἷμος ἐκλήθη διὰ τὸ τὸν Τυφῶνα ἐνταῦθα κεραυνῷ βληθῆναι καὶ αἷμα ῥυῆναι. Στράβων (2,1,33 [C 85,30]) δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. ὁ πολίτης ταύτης Ἡρωοπολίτης, τῆς δὲ πρώτης Ἡρῷος ὡς Κῷος.
Translation pending
Ἠσιονία· ἡ Σάρδεων χώρα, ἡ καὶ Ἀσία. τὸ ἐθνικὸν Ἠσιονεύς.
Translation pending
Ἠσσός· πόλις Λοκρίδος. τὸ ἐθνικὸν Ἤσσιος. Θουκυδίδης γ̅ (3,101,2).
Translation pending
Ἦτις· δῆμος Λακωνικῆς ἢ τῆς Κρήτης πόλις, ὅθεν ἦν Μύσων εἷς τῶν ἑπτὰ σοφῶν χρηματίζων Ἠτεῖος, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ (343a) Χηνέα τοῦτον εἰπών. Δίδυμος δὲ Συμποσιακῶν ι̅ (p. 371 fr. 3 Schmidt) Ἠτεῖον αὐτὸν καλεῖ.
Translation pending
Ἡφαιστιάδαι· δῆμος Ἀκαμαντίδος φυλῆς, ἐν ᾧ ἦν Ἡφαίστου ἱερόν. ὁ δημότης Ἡφαιστιάδης. τὰ τοπικὰ ἐξ Ἡφαιστιάδων καὶ τὰ λοιπά.
Translation pending
29 Ἡφαιστία· πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 138b). τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ’ ἐν δ Χρονικῶν φησιν (FGrHist 103 F 18) ὅτι „Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ παρεστήσατο αὐτούς. τῶν δ’ Ἡφαιστιέων τύραννος <Ἔρμων, τῶν Περσ>ῶν φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοις φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν“.
Translation pending
30 Ἡφαίστου νῆσοι· τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς ιγ Παρθικῶν (FGrHist 156 F 44). τὸ ἐθνικὸν Ἡφαιστοννησιώτης.
Translation pending