Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἡλιαία, δικαστήριον Ἀθηναίων, παρὰ τὸ “ἁλέες δεῦτε” παράγωγον ἁλία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγα δικαστήριον, τὸ ἐκ τῶν τεττάρων ἠλισμένον δικαστηρίων, ἐκ τοῦ πεντακοσίων καὶ τετρακοσίων καὶ διακοσίων καὶ ἑκατόν. οἱ δὲ ἐκφερόμενοι ἐλέγοντο ἡλιασταί. ἐκ γὰρ τοῦ ἅλις ἁλία γίνεται. καὶ ὡς βία βιάζω κα…
…ῦ ἥλιος· τὸ δὲ Ἦλις, ἀφ´ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα. καὶ δασύνεται γάρ. ἀπὸ τοῦ ἁλίζω τὸ ἀθροίζω διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι. καὶ ψιλοῦται μάλιστα διὰ τὸν χαρακτῆρα. ὡσαύτως καὶ Ἠλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία. * Τὸ 'η' πρὸ τοῦ 'μ' δασύνεται καὶ ψιλοῦται, ἡμέρα δασύνεται, τὸ δὲ μετασχηματιζόμενον ἦμαρ ψιλοῦται, ἥμην ἐπὶ τοῦ καθῆσθαι δασύνεται, τὸ δὲ σημαντικὸν τοῦ ὑπάρχειν, ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, ὁ …