Stephanos of Byzantium - Ethnika
Elis: a city near [Egyptian] Olympia, named after Elios, the son of Tantalos. There is also another in Arkadia, and a third in Hispania. A citizen, from the genitive 'Elidos', is analogously an 'Elideios', as in 'Adonideios' and 'Eupolideios', by the possessive type; and with suppression of the δ, 'Elieios' and 'Eleios', as per 'Aleios Zeus'. Tryphon says that the forms are 'Elieos' and 'Eleïos' and 'Eleios'. Homer calls them 'Epeioi'. The possessive form 'Eliakos' is also used. They are also called patronymically 'Eliadai'. The form 'Elidia' too is used, as in 'Psophidia' and 'Arkadia', from the genitive, and the adverb is 'Elidiathen'. They say that 'Eleios' is also feminine.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἦλις, πόλις πρὸς τῇ [Αἰγυπτίᾳ] Ὀλυμπίᾳ, ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας. καὶ τρίτη Ἱσπανίας. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ, καὶ καθ´ ὕφεσιν τοῦ « δ » Ἠλίειος καὶ Ἠλεῖος. ἀφ´ οὗ “Ἀλεῖος ὁ Ζεύς”. Τρύφων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. Ὅμηρος δ´ Ἐπειοὺς αὐτούς φησι. καὶ κτητικῶς λέγεται Ἠλιακός. λέγονται καὶ πατρωνυμικῶς Ἠλιάδαι. λέγεται καὶ Ἠλιδία, ὡς Ψωφιδία καὶ Ἀρκαδία, ἀπὸ γενικῆς, καὶ ἐπί…
…ρήτειος. τὸ μέντοι Ἠτεῖος—ἦν δὲ Ἠτεῖος εἷς τῶν ἑπτὰ σοφῶν, ὡς Δίδυμος συμποσιακῶν δεκάτῳ, Πλάτων δὲ ἐν Πρωταγόρᾳ Χηνέα τοῦτον εἶπεν—Ἠλεῖος, ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. καὶ τὸ μὲν Ἠλεῖος οὕτω γίνεται· ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθ´ ὕφεσιν τοῦ 'δ' Ἠλίειος καὶ Ἠλεῖος, ἀφ´ οὗ «Ἀλεῖος Ζεύς» (Callim. fr. 99). Τρύφων δέ φησιν, ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. τὸ δὲ ἠθεῖος ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ 'η' ἐγένετο. Τὸ δὲ Κητειός, Πηνειός ὀξύνεται ὡς κύρια. κ…
Ἦλις, πόλις πρὸς τῇ [Αἰγυπτίᾳ] Ὀλυμπίᾳ, ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας. καὶ τρίτη Ἱσπανίας. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ, καὶ καθ´ ὕφεσιν τοῦ « δ » Ἠλίειος καὶ Ἠλεῖος. ἀφ´ οὗ “Ἀλεῖος ὁ Ζεύς”. Τρύφων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. Ὅμη…
…. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις. τὸ δὲ τᾶλις ἡ μελλόγαμος τὸ 'α' μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπαυλις αἰολικῶς, Αὐλίς δὲ ἡ πόλις Βοιωτίας ὀξύνεται «καὶ Αὐλίδα πετρήεσσαν» (Β 496). ἡ δὲ αἰτιατικὴ «Αὖλιν τ´ ἔσφαγον»…