Stephanos of Byzantium - Ethnika
Hemikynes: a people not far from the Massagetai and Hyperboreans. [Simmias], in his Apollon:
And I beheld the wondrous race of Hemikynes, men on whom, above their well-formed shoulders, a dog’s head had grown, stoutly armed with very powerful jaws. Their cry is like the barking of dogs, and they do not recognise the name-renowned speech of other mortals.
And Hesiod.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἡμίκυνες, ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. [Σιμμίας] ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα [γένος] περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐυστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος.
…ουκυδίδης δὲ τρίτῃ ( 101) Μυονέας αὐτούς φησι. Τὰ εἰς 'υων' ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ 'ω', μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πόλις Λιβύης. Ἑκαταῖος. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ 'ω'…