Stephanos of Byzantium - Ethnika
Erion), Herraia, ...+2 more">Heraia: a promontory so called opposite Kalchedon. Some in the common tongue call it 'Eeria', wrongly. Others call it 'Erion', myth-making on the ground that, when they dug graves there, they found pots and bones. But one should rather trust Demosthenes the Bithynian, in book 4:
There is before famous Kalchedon a headland, Erion), Herraia, ...+2 more">Heraia, rugged, full of rocks. Within it, a bay of sea, running round a stone wall, is hollowed inward; on seeing it you would say that it was deep-eddying everywhere, but it is a shallow and not the deep of the sea. There they brought their ships, thinking it the shelter of a natural harbour, but they encountered a ready evil.
And others say it thus. There is also a city in Arcadia, which used to be called 'Sologorgos'; it is situated opposite Messene, towards the Peloponnese. The ethnonym is 'Heraieus'. It is also said without the ι, 'Heraeus', as in 'Nikaeus'.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἥραια, ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνος. ταύτην δ´ ἐν τῇ συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον μυθοποιοῦντες ὡς ἐκεῖσε ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ ἔστι δέ [τις] προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ´ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀιόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ´ ἐνέκυρσαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός· κεῖται δὲ κατὰ Μεσσήνην πρὸς Πελοπόννησον. τὸ ἐθνικὸν Ἡραιεύς. λέγεται καὶ χωρὶς τοῦ « ι » ὡς Νικαεύς.
… λέγεται, Ἄφθαια πόλις Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάσταια πόλις ἐν Σάκαις, Δέραια πόλις Ἀρκαδίας. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνος· ταύτην δ´ ἐν συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖ ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ´ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀϊόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ´ ἐνέκυρσαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Σικελίας, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα …