Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἥραιον, πόλις Θρᾴκης, Ἡρόδοτος τετάρτῃ. τὸ δὲ τεῖχος Ἡραῖον· οἱ πολῖται Ἡραῖοι. τοῦ δὲ Ἡραίου τείχους Ἡραιοτειχίτης.
… θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος, Ἀσαῖος· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ 'ι'. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ (c. 90), τὸ δὲ τεῖχος Ἡραῖον. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ τὸ φιλῶ Φίλαιος καὶ παρὰ τὸ βέβηκα βέβαιος. τὸ δὲ Πειραιός—οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ὕστερον δὲ Πειραιεύς. ἔστι δὲ καὶ τῆ…