Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἠσιονία, ἡ Σάρδεων χώρα, ἡ καὶ Ἀσία· τὸ ἐθνικὸν Ἠσιονεύς.
…ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. Γαστρωνία χώρα Μακεδονίας. Θεόπομπος νδʹ. Γερηνία πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. ἀπὸ εὐθείας τῆς ἡ Γέρηνος. Γορδυνία πόλις Μακεδονίας. Ἠσιονία ἡ Σάρδεων χώρα ἡ καὶ Ἀσία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντος ἢ ἀπὸ Μαίονος τοῦ οἰκιστοῦ. Κατταβανία κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ «φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις».…