Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καβαλίς, πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. [Στράβων τρισκαιδεκάτῃ.] ἡ γενικὴ Καβαλίδος. ὁ πολίτης Καβαλεύς. Ἑκαταῖος Ἀσίᾳ. καὶ θηλυκῶς, ὡς Στράβων ἐν τῇ εἰρημένῃ “ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα”. ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. εἶναι δὲ τὸ γένος αὐτὴν Ὀλβίαν.
…αλίς παρ´ Ἀλκμᾶνι, Αἰθαλίς, Οἰχαλίς, Φαρσαλίς, Δαιδαλίς, Θετταλίς· ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις, Ἀρδαλίς, Ἀρδαλίδες αἱ μοῦσαι ἐν Τροιζῆνι. Ἰταλίς, Καβαλίς τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡς Στράβων «ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα». ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. Τανταλίς, Πανθαλίς ἡ θεράπαινα Ἑλένης, ἀγκαλίς, τὸ γὰρ 'γ' ἐκ τοῦ 'ν', δενδαλίς. τὰ μέντοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβαλις, δάμαλις, βαύκαλις. Νάρμαλις πόλις Πισιδίας, Κάβαλις πόλις πλησίον Κιβύρας πρὸς ν…