Stephanos of Byzantium - Ethnika
Kabassos: a city in Kappadokia, homeland of Othryoneus. Homer: 'who was there from Kabessos'. Hekataios of Miletos says that Kabessos is a city after one has crossed Thracian Haimos. The expectation of marriage also accords with the shamelessness of the Thracians. Hellanikos, however, states that Kabessos is a city in Lykia, and Apion says more correctly that it is a village in Kappadokia between Tarsos and Mazaka. The Mazaka in Kappadokia used to be called 'Kaisareia'. The Homeric form 'Kabesothen' is sufficient as an ethnonym, for there are many of this type such as the form 'Kameirothen'. 'Kabesios' or 'Kabesites' is also possible.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καβασσός, πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος “Καβησσόθεν ἔνδον ἐόντα”. Ἑκαταῖος δ´ ὁ Μιλήσιος Καβησσὸν πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν Καβησσόν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. Μάζακα δὲ ἡ Καππαδοκίας ἐκαλεῖτο Καισάρεια. ἐθνικῶς ἀρκεῖ τὸ Ὁμηρικὸν Καβησσόθεν. πολλὰ γὰρ τοιαῦτα, ὡς τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθν…
…ὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος »Καβησσόθεν ἔνδον ἐόντα« (Il. Ν 363). Ἑκαταῖος δ´ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ …
Commentary (3)