Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ειρος Καβειρία, ἀφ´ οὗ τὸ Καβειραῖος καὶ Καβειραία καὶ Καβειρίτης. καὶ Καβείριον· τούτου τὸ ἐθνικὸν Καβείριος, ὡς τὸ Βυζάντιον Βυζάντιος, καὶ Καβειρία τὸ θηλυκόν. καὶ Καβειριεύς. καὶ νύμφαι Καβειρίδες, ἀπὸ Καβειροῦς τῆς Πρωτέως καὶ Ἀγχινόης, ἀφ´ ἧς καὶ Ἡφαίστου Κάδμιλος. ἔστι δὲ ἡ μὲν Καβειρίς παρὰ τὸ Κάβειρος, ἡ δὲ Καβειριάς παρὰ τὸ Καβείριος. τὸ κτητικὸν Καβειρικός καὶ Καβειρική, καὶ καβειριάζεσθαι ῥῆμα.
… 80). Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀναλόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆσος Λιβυκή. Καβειρώ ἡ Πρωτέως καὶ Ἀγχινόης, ἀφ´ ἧς καὶ Ἡφαίστου Καδμῖλος. Ῥοιώ ἡ Ζάρηκος θυγάτηρ. Συρακώ λίμνη. Ταχεμψώ νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ, ὡς Ἡρόδοτος δευτέρᾳ (c. 29). Χομψώ νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημένου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίας, πε…