Ἡφαιστιάς

Stephanos of Byzantium - Ethnika

Ἡφαιστιάς OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἡφαιστιάς, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ´ ἐν δεκάτῳ χρονικῶν φησιν ὅτι “Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ παρεστήσατο αὐτούς. τῶν δ´ Ἡφαιστιέων τύραννος [Ἕρμων, τῶν Περς]ῶν φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοις φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν”.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.59
char LCS 35 (10.1%) · word LCS 6 (10.2%)
Stephanos
Ἡφαιστιάς, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἡφαιστιεύς. Χάραξ δ´ ἐν δεκάτῳ χρονικῶν φησιν ὅτι “Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ παρεστήσατο αὐτούς. τῶν δ´ Ἡφαιστιέων τύραννος [Ἕρμ…
Herodian
…ιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ 'α' ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ 'δος' κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν…