Θάσος, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα, ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνήσκει μήτηρ. ἀπὸ Θάσου. “δέκα δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν, Βήλου δ´ Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς”. ὅτι δὲ καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.