Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καινύς, νῆσος πλησίον Πελωριάδος, τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. ἔστι καὶ πόλις Ἰταλίας Καινύσιον.
…ς, πραΰς. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάσιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο «νῆσος ἔπειτ´ ἐλάχεια» (Od. ι 116). Τὰ εἰς 'υς' θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ 'υ' καὶ διὰ τοῦ 'δος' κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ μέντοι μὴ διὰ τοῦ 'δος' κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελ…