Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θεμισσός, πόλις Καρίας, ἣν ἔκτισε Δάδας. ἀπὸ Θεμισσοῦ παιδός, ὃν λύκοι διεχρήσαντο. ὁ πολίτης Θεμισσεύς.
… ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφ´ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ´ αὐτῶν φησι τὸ ὄρος κεκλῆ…