Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Θεναί, πόλις Κρήτης. τινὲς δὲ Ἀρκαδίας. οἱ δὲ ὄρος. τὸ ἐθνικὸν Θεναῖος καὶ Θεναία καὶ Θενεῖς.
…. Πολύβιος δεκάτῳ. Σογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Σουσιανή ἡ χώρα καὶ κώμη Σουσιανή. Συρβανή νῆσος ἐν τῷ Εὐφράτῃ. Τὰ εἰς 'νη' δισύλλαβα τῷ 'ε' παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλις Κρήτης, τινὲς δὲ Ἀρκαδίας. οἱ δ´ ὄρος· καὶ τὸ Μεναί πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ 'υ'. γέγονε γὰρ ἀπὸ τοῦ εἷς ἑνός ἑνή καὶ εὐνή, ψιλουμένης τῆς 'ευ' διφθόγγου, ἐπεὶ τὸ 'υ' πλεονάζον ψιλοῖ τὰ πρὸ ἑα…