Θεράπναι

Stephanos of Byzantium - Ethnika

Θεράπναι OCR ✓ Trans ✓ Confirmed ✓
city
Θεράπναι, πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν. ἔστι καὶ τόπος ἔχων ναὸν τῶν Διοσκούρων, διὰ τὸ ἐκεῖσε τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. τὸ ἐθνικὸν Θεραπναῖος καὶ Θεραπναία καὶ Θεραπναῖον.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.327
char LCS 78 (37.9%) · word LCS 14 (36.8%)
Stephanos
Θεράπναι, πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν. ἔστι καὶ τόπος ἔχων ναὸν τῶν Διοσκούρων, διὰ τὸ ἐκεῖσε τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. τὸ ἐθνικὸν Θεραπναῖος καὶ Θεραπναία καὶ Θεραπναῖον.
Herodian
…ρύνεται, Πολίχνη Κρήτης πόλις. ἔστι καὶ Πολίχνα πόλις Τρῳάδος. Εὐδείπνη νῆσος Λιβυφοινίκων. Ἑκαταῖος περιηγήσει Λιβύης. Θεράπναι πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας—Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν—ὀξύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς 'νη' μονογενῆ ἔχ…